
Γιορτή σήμερα:Ἦχος α’. Τῆς ἐρήμου πολίτης.Τὴν τρίστιχον χορείαν τῶν Ὅσιων τιμήσωμεν, Φαῦστον Ἰσαάκιον ἅμα, καὶ Δαλμάτιον τὸν ἔνδοξον ὡς τρίφωτος λαμπὰς γὰρ ἀρετῶν, σκεδάζουσι τὴν νύκτα τῶν παθῶν, καὶ ταὶς θείαις καταυγάζουσι δωρεαίς, τοὺς πόθω ἀνακράζοντας, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν, πάσιν ἰάματα.Ἦχος β’.Τὴν ἐν πρεσβείαις.Τοὺς ἐν ἀσκήσει ἐκλάμψαντας ἐν τῶ κόσμῳ, καὶ τὰς αἰρέσεις ἀνατρέψαντας τῇ πίστει, ὕμνοις, Ἰσαάκιον εὐφημήσωμεν, σὺν τῷ Δαλμάτῳ Φαῦστον, ὡς τοῦ Χριστοῦ θεράποντας, αὐτὸν δυσωποῦντας ὑπὲρ πάντων ἡμῶν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
