Γιορτή σήμερα:Ἦχος α’. Χορός Ἀγγελικός.Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς τῆς ἀπάτης, ὦ Λουκιλλιανέ, εὐσεβῶς ἀναλάμψας νομίμως ἠγώνισαι καὶ τὸν δόλιον ἔκτεινας· ὅθεν πρέσβευε σὺν τῇ θεόφρονι Παύλῃ καὶ τοῖς τέσσαρσι παισὶ Χριστῷ, ἀθλοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἦχος δ’.Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὖτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὖτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
