
Γιορτή σήμερα:Ἦχος γ’. Θείας πίστεως.Θείω Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες, καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες, διαφθορᾶς διέμειναν θανόντες παρεκτός· ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους, ἅπασαν ἐνθάψαντες, δυσμενῶν ἀπιστίαν· οὓς ἐν αἰνέσει σήμερον πιστοί, ἀνευφημοῦντες, Χριστὸν ἀνυμνήσωμεν.Δόγμα ἀκυροῦται νεκροποιόν· οἱ γὰρ θεῖοι Παῖδες, ἀναστάντες ἐκ τῶν νεκρῶν, ἐδήλωσαν πᾶσι, τὴν μέλλουσαν γενέσθαι, ἐν τῇ ἐσχάτῃ ὥρᾳ, βροτῶν ἀνάστασιν.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
