Γιορτή σήμερα – 6 Μαΐου: Οσία Σοφία η εν Κλεισούρα ασκήσασαἮχος γ΄. Τὴν ὡραιότητα.
Σοφίας γέγονας, μῆτερ ἀοίδημε, Σοφία, σέμνωμα, τῆς Θεομήτορος, ἐν τὴ Μονὴ ἀσκητικῶς τὸν βίον σου διελθοῦσα,ὅθεν καὶ ἀπείληφας τῶν καμάτων σου ἔπαινον, κατατραυματίσασσα τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πρέσβειρα Χριστῷ παρεστώσα, μὴ ἐπιλάθου τῶν πόθω τιμώντων σέ.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν ὑπὲρ φύσιν, ἐν Κλεισούρᾳ ἐνασκήσασαν, καὶ ὑπομείνασαν, τὸ ψῦχος ὥσπερ ἄσαρκος, παρ’ ἑστίαν καθημένην Μονῆς αὐλείῳ, βιοτῆς αὐτῆς τὰς νύκτας καὶ σχολάζουσαν, προσευχῇ Σοφίαν θείαν εὐφημήσωμεν, πόθω κράζοντες· Χαίροις πάνυ Ἀσκήτρια.Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον, μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει, κόσμον ἡδύνασα.Σοφισθεῖσα, μῆτερ, πνευματικῶς, ὅλον σου τὸν βίον ἐν τελεία ὑπομονὴ διῆλθες, Σοφία, καὶ νὴν τού σου Νυμφίου τὸ κάλλος ἐποπτεύεις ἐν ταῖς παστάσιν αὐτοῦ.Ἄγγελοι καθορῶντες, σῇ ἀμέμπτῳ ἀσκήσει, ἐξέστησαν Σοφία θεόφρον, καὶ πιστῶν Μακεδόνων χοροί, σὺν Ποντίων δήμοις Μῆτερ θαυμάζοντες, ταπείνωσιν καὶ νῆψίν σου, ἐκραύγασαν ἐν κατανύξει·χαῖρε, ὁ πρόβολος ἐγκρατείας.χαῖρε, παμφαὴς λαμπηδών, θείας χάριτος.χαῖρε, λύχνος ταπεινώσεως, καὶ εὐχῆς καρδιακῆς.χαῖρε, τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.χαῖρε, πηγή, ἡ ἐκχέουσα χάριν.Ἦχος γ΄. Θείας πίστεως.
Τὴν διδάσκαλον, τῆς μετανοίας, καὶ κοσμήτορα, χριστοηθείας, ἀφανῶς τὴν ἐν Κλεισούρᾳ ἀσκήσασαν, καὶ δαψιλῶς προσελκύσασαν Πνεύματος, τοῦ θείου χάριν εὐτάκτως ὑμνήσωμεν, πόθω κράζοντες· Σοφία θεομακάριστε, Χριστὸν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
Το πρωτότυπο άρθρο ανήκει στο Βήμα Ορθοδοξίας .
