Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

7 Ιουλίου – Γιορτή σήμερα: Αγία Κυριακή η Μεγαλομάρτυς – Βήμα Ορθοδοξίας

Γιορτή σήμερα –Ἦχος δ’. Ταχὺ προκατάλαβε.Κυρίων τὸν Κύριον, καὶ Βασιλέα Χριστόν, ἐξ ὅλης ἠγάπησας, Κυριακὴ τῆς ψυχῆς, καὶ χαίρουσα ἤθλησας, ὅθεν Παρθενομάρτυς, παρ’ αὐτοῦ δοξασθεῖσα, βρύεις τοὶς σὲ τιμώσιν, ἰαμάτων τὴν χάριν, τοὶς πάσιν αἰτουμένη, πταισμάτων συγχώρησιν.Ἦχος δ’.Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Ως βρύσις πολύκρουνος παρθενομάρτυς Χριστού, κατήρδευσας πάνσοφε την Εκκλησίαν αυτού, και ήθλησας άριστα. έσωσας τους εν σκότει της ειδωλομανίας, αίγλητων σων θαυμάτων, Κυριακή αθλοφόρε. διό εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν, φερωνύμως αὐτὴ γὰρ πέφηνεν, ὡς ἀνδρεία τώ φρονήματι, κυρία νοός, τε καὶ παθῶν ἀπρεπῶν.