Skip to content
Διάρκεια άρθρου: Λιγότερο από 1 λεπτό Λεπτά

8 Ιουλίου – Γιορτή σήμερα: Άγιος Προκόπιος ο Μεγαλομάρτυς – Βήμα Ορθοδοξίας

Γιορτή σήμερα:Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.Ἀγρευθεῖς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε, ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατήσχυνας τὸν Βελίαρ, οὐ τῆς κακίας ἄτρωτους, σῷζε τοὺς πόθω σὲ γεραίροντας.Ἦχος β’. Τὰ ἄνω ζητῶν.Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.Κλήσει οὐρανίῳ ἀκολουθῶν, φερωνύμως Μάρτυς, καὶ προκόπτων ἀθλητικῶς, σύμμορφος ἐδείχθης, τοῦ σοὶ καθαροθέντος, Προκόπιε θεόφρον, ἀθλήσας ἄριστα.Στόμα συνέσεώς μοι παράσχου ὁ προάναρχος Λόγος, βουλομένῳ ὑμνεῖν τὸν σὸν ὁπλίτην Προκόπιον· ἔχεις γὰρ πλοῦτον τῆς εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου πελάγει τῶν σῶν κριμάτων, ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῶ, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα ἀποσμήξας, καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος, ἐπάξια μέλψω τῷ Μάρτυρι, ὃς τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσε, τῇ πίστει προκόπτων καὶ φωτίζων ἡμᾶς.Ἦχος α’. Τὸν τάφον σου ΣωτὴρΤὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδὼς τῆς καρδίας σου· ὅθεν ἤθλησας, ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν αὐτοῦ πρὸς ἀνθρώπους, παμμάκαρ ἐπέλευσιν.