Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,
Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.
Τετάρτῃ Μάρθα ἠδὲ Μαρίη ἔβησαν πόλῳ λαμπρῷ.Χαίρετε αὐτάδελφοι ἱεραί, Μάρθα καὶ Μαρία, σεμναὶ ἤθεσι καὶ ζωῆς χαίρετε Λαζάρου, αἱ σύγγονοι αἱ θεῖαι, μεθ᾿ οὗ ἡμῖν αἰτεῖσθε, τὸ θεῖον ἔλεος.Τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, καὶ σώσαντι τὸν κόσμον, Χριστῷ τῷ πάντων Βασιλεῖ, πιστεύσασαι προθύμως, τούτου μαθήτριαι ἀληθεῖς, καὶ μυροφόροι ὤφθητε, ὦ Μάρθα καὶ Μαρία, δυὰς ἡγιασμένη· καὶ τὸν ὁμαίμονα ὑμῶν, ἤδη τετραήμερον καὶ ὀδωδότα ἐν τάφῳ κείμενον, τῇ ζωοποιῷ αὐτοῦ φωνῇ ζῶντα ἀπολαβοῦσαι, τὰ τῆς θεότητος Αὐτοῦ μεγαλεῖα, καὶ τὴν μεγίστην ἐξουσίαν ᾐνέσατε φωνῇ μεγάλῃ· καὶ ἑκουσίως θανόντι καὶ ταφέντι, καὶ τάφῳ τεθειμένῳ, μύρα προσκομίσασαι σὺν ταῖς λοιπαῖς Ἁγίαις Μυροφόροις, καὶ τῆς ἐγέρσεως Αὐτοῦ κήρυκες πᾶσιν ὤφθητε· ὅν δυσωπεῖτε δεόμεθα, ὡς ἄν πταισμάτων συγχώρησιν λάβωμεν.Ἦχος γ´. Τὴν ὡραιότητα.Χριστοῦ διάκονοι, ὄντως ἐδείχθησαν, ὡς πλήρεις πίστεως, καὶ σκεύη τίμια, αἱ τοῦ Λαζάρου ἀδελφαί, ἡ Μάρθα καὶ ἡ Μαρία· ἡ μὲν γὰρ ἐδέσματα, τούτῳ πίστει ἡτοίμασεν, ἡ δὲ μύρῳ ἤλειψε, καὶ θριξὶ κεφαλῆς αὐτῆς, ἐξέμαξε Κυρίου τοὺς πόδας· ὅθεν αὐτὰς ἄμφω τιμῶμεν.
Το πρωτότυπο άρθρο ανήκει στο Ενωμένη Ρωμηοσύνη .
