Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

Άγιοι Κοσμάς και Δαμιανός οι Ανάργυροι

Agioi Anargyroi Kosmas & DamianosΕορτάζουν την 1η Ιουλίου εκάστου έτους.Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.Τα αδέρφια Κοσμάς και Δαμιανός, οι οποίοι έζησαν την εποχή που αυτοκράτορας των Ρωμαίων ήταν ο Καρίνος, ήταν γιατροί στο επάγγελμα και παρείχαν ιάσεις σε όλους όσους είχαν ανάγκη, και για αντάλλαγμα δεν έπαιρναν χρήματα, αλλά το μόνο πού ζητούσαν ήταν να πιστεύσουν στον Χριστό.Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἠμίν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τὴ σεπτὴ ὑμῶν σκέπη, ρύσασθε νοσημάτων, καὶ παθῶν ἀνιάτων, Κοσμᾶ καὶ Δαμιανέ, Ρώμης βλαστήματα.Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ ἔνδοξοι· ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὴν φαιδρὰν πανήγυριν, τῶν Ἄναργύρων, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτούς, ἵνα ἡμᾶς ἀπαλλάττωσι, παντοίων νόσων, ψυχῆς τε καὶ σώματος.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι. Πρεσβευσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν, καὶ πᾶσι γνῶσιν παρέχουσι· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀῧλῳ χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.
Ιερά Λείψανα:Απότμημα του Ιερού Λειψάνου του Αγίου Κοσμά βρίσκονται στον ρωμαιοκαθολικό Ναό Αγ. Αναργύρων Ρώμης.
Τεμάχια της Κάρας του Αγίου Δαμιανού βρίσκονται στην Ιερά Μονή Παντοκράτορος Αγίου Όρους.
Απότμημα του Ιερού Λειψάνου του Αγίου Δαμιανού βρίσκονται στον ρωμαιοκαθολικό Ναό Αγ. Αναργύρων Ρώμης.

Άγιοι Κοσμάς και Δαμιανός οι Ανάργυροι

Άγιοι Κοσμάς και Δαμιανός οι Ανάργυροι

Άγιοι Κοσμάς και Δαμιανός οι Ανάργυροι

Πηγή: saint.gr

Το πρωτότυπο άρθρο http://www.diakonima.gr/2026/07/01/agii-kosmas-ke-damianos-i-anargiro-5/ ανήκει στο Διακόνημα .