Παύλου τὸ ῥῆμα καὶ μεταστὰς Ἀνδρέας
Ἡμεῖς γε μωροὶ διὰ Χριστὸν κεκράγει.
Ὀγδοάτῃ εἰκάδι Ἀνδρέας ἔκθανε πυκινόφρων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Μωρίαν ἑκούσιον διὰ Χριστὸν τὸν Θεόν, ἐπόθησας Ὅσιε, τὸν σοφιστὴν ἀληθῶς, μωράνας καὶ ἤνυσας, μέσον πολλῶν θορύβων, τὸν ἀγῶνα Ἀνδρέα· ὅθεν σε ὁ Δεσπότης, Παραδείσου πρὸς πλάτος, ἐσκήνωσε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τὸν ἑκουσίως κακουχούμενον, πενόμενον, ἐμπαροινούμενον ἑκάστοτε, τυπτόμενον, λιθαζόμενον καὶ θέατρον ἐποφθέντα κόσμῳ μέλψωμεν Ἀνδρέαν ὁσιώτατον, ὥσπερ σαλὸν διὰ Χριστὸν πολιτευσάμενον, πόθῳ κράζοντες· Χαίροις, Πάτερ θεόληπτε.Ἦχος α´. Χορὸς ἀγγελικός.Τὸν βίον εὐσεβῶς, ἐκτελέσας θεόφρον, δοχεῖον καθαρόν, τῆς Τριάδος ἐδείχθης, Ἀνδρέα μακάριε, καὶ Ἀγγέλων ὁμόσκηνος· ὅθεν αἴτησαι τὸν ἱλασμὸν καὶ εἰρήνην, τοῖς τιμῶσί σε, καὶ ἐκτελοῦσι σὴν μνήμην, δοθῆναι πρεσβείαις σου.Σοῦ ἡ ὑπὲρ ἄνθρωπον βιοτή, ἐξέπληξε νόας, καὶ δαιμόνων τοὺς ζοφερούς, πῶς γυμνὸς Ἀνδρέα, καὶ ἔξηχον τὸν τρόπον, λαθὼν ἐπολιτεύσω· διὸ τιμῶμέν σε.Ἄγγελοι προσποιήσεις τὰς μωράς σου, Ἀνδρέα, ἐθαύμασαν, πανόσιε πάτερ, ὅτι πέλων σοφὸς ἀληθῶς ὡς σαλὸς ἐβίως, δαιμόνων, ἔξηχος καὶ ἀνο μος· διόπερ νῦν βοῶμέν σοι ἀξιόχρεως·Χαῖρε, ἀπαύγασμα ἐγκρατείας·χαῖρε, θησαύρισμα ἀπαθείας.Χαῖρε, τοῦ Χριστοῦ ἐν σαρκὶ φέρων στίγματα·χαῖρε, τοῦ ἐχθροῦ ὁ συντρίψας φρυάγματα.Χαῖρε, πάτερ, ἐνδιαίτημα προσποιήσεων μωρῶν·χαῖρε, ἄνερ, καλλιέργημα προσφερθεὶς διὰ Χριστόν.Χαῖρε, ὅτι κατεῖδες Παραδείσου τὸ κάλλος·χαῖρε, ὅτι ἀνεῖλες ἀρχεκάκου τὸ μένος.Χαῖρε, αὐτόπτης τῆς Σκέπης Παρθένου·χαῖρε, ὁ λάτρης τοῦ Λόγου Ὑψίστου.Χαῖρε, σοφῶς σὺν κυσὶν ὁ βιώσας·χαῖρε, σαφῶς ὡς σαλὸς διαπρέψας.Χαίροις, Πάτερ θεόληπτε.Ἦχος γ´. Τὴν ὡραιότητα.Σταυρὸν ἐπ᾿ ὤμων σου, ἀναλαβόμενος, προθύμως ὅσιε κατηκολούθησας, τῷ σταυρωθέντι δι᾿ ἡμᾶς, ἀδίκως μαστιζόμενος, λίθοις τε βαλλόμενος, δαιμόνων προσποιούμενος, ζήσας ὑπὲρ ἄνθρωπον, μάκαρ βίον ἰσάγγελον διὸ καὶ σὺν ἀγγέλοις χορεύων, μέμνησο μάκαρ τῶν τιμώντων σε.
ΟΡΘΟΔΟΞΟΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ
