Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

Εὐαγγέλιο τῆς ἡμέρας 11/6/2026

ΠΕΜΠΤΗ – ΑΠΟΣΤΟΛΩΝ ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΚΑΙ ΒΑΡΝΑΒΑ
10: 16-21

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.

Εἶπεν δὲ αὐτοῖς, ᾽Εθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.

᾽Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ᾽Εξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.

The post Εὐαγγέλιο τῆς ἡμέρας 11/6/2026 appeared first on ΟΡΘΟΔΟΞΙΑ.

➪ Διαβάστε τη συνέχεια του άρθρου στο orthodoxia.gr

Το πρωτότυπο άρθρο https://orthodoxy.rodos-island.gr/evangelio-tis-imeras-11-6-2026/ ανήκει στο Orthodoxy Rodos .