Όσιος Αχίλλιος Επίσκοπος Λαρίσης – Φώτης ΚόντογλουΜνήμην έχουσα και θανόντος σου Πάτερ.Ο Όσιος Αχίλλιος καταγόταν από την Καππαδοκία και έζησε στα χρόνια του Μεγάλου Κωνσταντίνου (306 – 337 μ.Χ.). Ο νεανικός του πόθος, τον έφερε στους άγιους Τόπους και κατόπιν στη Ρώμη. Εκεί επιδόθηκε στο Ιερό έργο του Ιεροκήρυκα, διδάσκοντας ακατάπαυστα το θείο λόγο σε πόλεις και χωριά, αψηφώντας ανάγκες, βρισιές, διωγμούς και ταλαιπωρίες. Οι μεγάλες και σπουδαίες υπηρεσίες του, τον ανέδειξαν επίσκοπο Λαρίσης.Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαρίσης σὲ πρόεδρον, καὶ πολιοῦχον λαμπρόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην σοφόν, παμμάκαρ Ἀχίλλιε, σὺ γὰρ τὸ τῆς Τριάδος, ὁμοούσιον κράτος, θαύμασι τε καὶ λόγοις, κατετράνωσας κόσμω. Ἣν πάτερ ἐξευμενίζου, τοὶς σὲ γεραίρουσι.Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Θεσσαλία, σὲ ἀκοίμητον, φρουρῶν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασαν, Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον, τῶν Λαρισαίων τὸν Ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες· Παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν Χαίροις Πάτερ Ἀχίλλιε.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς οἰκουμένης τὸν ἀστέρα τὸν ἀνέσπερον Καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀκοίμητον Τὸν ἀχίλλιον ὑμνήσωμεν ἐκβοῶντες· Παρρησίαν κεκτημένος πρὸς τὸν Κύριον Ἐκ παντοίας τρικυμίας ἡμᾶς λύτρωσαι Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἀχίλλιε.Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ Λάρισα τὰ σά, μεγαλεῖα κηρύττει, θαυμάζει δὲ τὴν σήν, διδαχὴν Θεσσαλία, σεμνύνεται χαίρουσα, τῶν Πατέρων ἡ Σύνοδος, κόσμον ἔχει δέ, ἢ Ἐκκλησία σὲ Πάτερ, ἡμεῖς δ’ ἅπαντες, θερμὸν προστάτην καὶ ῥύστην, οἱ πόθῳ τιμῶντες σέ.Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ θεία σου σορός, , ὧ Ἀχίλλιε Πάτερ, ὡς ἄλλη Σιλωὰμ κολυμβήθρα ἐδείχθη, πηγὴν ἁγιάσματος παραδόξως ἐκβλύζουσα· οὗ μετέχοντες οἱ προσιόντες ἐν πίατει χάριν ἄφθονον, καὶ ψυχικὴν σωτηρίαν, εὐχαῖς σου λαμβάνομεν.Ἄγγελος ἐκ τῶν τρόπων Ἱεράρχα ἐφάνης, καὶ τάγμασι τοῖς τούτων ἐγνώσθης, καὶ σὺν τοῖς Ἀσωμάτων χοροῖς λειτουργῶν τῷ θρόνῳ τοῦ Χριστοῦ Ἅγιε, ἀκούεις παρ’ ἡμῶν τῶν σῶν δούλων ταύτα: Χαῖρε τῆς Τριάδος ἡ σάλπιγξ ἡ εὔηχος· Χαῖρε τῆς Μονάδος ἡδύφωνον ὄργανον· Χαῖρε ὕψος δυσκατάληκτον τῶν δογμάτων τῶν σεπτῶν· χαῖρε βάθος δυσερμήνευοτν νοερῶν ἐργασιῶν· Χαῖρε ὅτι Ἀρείου τᾶς ἐπάρσεις καθεῖλες· Χαῖρε ὅτι τᾶς τούτου μυθουργίας παρεῖδες· Χαῖρε ἀστὴρ Ἑλλάδος ὑπέρλαμπρος· Χαῖρε Ποιμὴν Λαρίσης ὁ ἄκακος· Χαῖρ επροστάτης ὁ ἀκοίμητος ταύτης· Χαῖρε δι’ οὗ τῷ Θεῷ οἰκειοῦται·Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός, καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός, χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος, Ἀχίλλιε παμμάκαρ, Τριάδος πρόμαχε.Χαίροις τῆς Λαρίσης ὁ θησαυρός, καύχημα Πατέρων, τῆς Νικαίας ὁ τηλαυγής, φάρος ἑξαστράπτων, τρανώσας θείαν φύσιν, Χριστοῦ ἐν τῇ Συνόδῳ, σοφὲ Ἀχίλλιε.
Όσιος Αχίλλιος Επίσκοπος Λαρίσης
Όσιος Αχίλλιος Επίσκοπος Λαρίσης
Όσιος Αχίλλιος Επίσκοπος Λαρίσης
Πηγή: saint.gr
