7 Απριλίου 2026Ὡς ζῶντα, Γεώργιε, προστάτην μέγαν.Ἦχος γ’. Θείας πίστεως.Θείου Πνεύματος, καρποφορήσας, ὡς θεόφυτος λειμὼν τὴν χάριν, Ἱεράρχα τῶν ἀρρήτων Γεώργιε, τᾶς τῶν ψυχῶν ἐγεώργησας αὔλακας, ὡς ἐπιπνοίας ἄθλου γεώργιον. Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.Ἦχος δ’.Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Γεώργιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΠΗΓΗ