ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
4: 12-17Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι ᾽Ιωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. Καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
The post Εὐαγγέλιο τῆς ἡμέρας 11/1/2026 appeared first on ΟΡΘΟΔΟΞΙΑ.
➪ Διαβάστε τη συνέχεια του άρθρου στο orthodoxia.gr
Το πρωτότυπο άρθρο ανήκει στο Orthodoxy Rodos .
