Όσιος Παρθένιος επίσκοπος ΛαμψάκουΛαμπτήρα πυρσεύοντα φως αυτού μέγα.
Παρθένιος κατέδαρθε, λαχὼν μακρόν εβδόμῃ ύπνον.Ο όσιος Παρθένιος καταγόταν από κάποια κωμόπολη της Βιθυνίας και έζησε κατά τους χρόνους του Μ. Κωνσταντίνου (324 – 337 μ.Χ.). Ήταν υιός του διακόνου της Εκκλησίας της Μελιτοπόλεως Χριστοφόρου, από τον οποίο εδιδάχθηκε την ορθόδοξη πίστη.Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Tῷ μύρῳ τοῦ Πνεύματος, ποιμὴν Λαμψάκου ὀφθείς, τὴν θείαν ἐνέργειαν παρὰ Θεοῦ δαψιλῶς θαυμάτων ἐπλούτησας, δαίμονας ἀπελαύνειν, ἀσθενοῦντας ἰᾶσθαι, νόσους ἀποδιώκειν καὶ πληρῶν τὰς αἰτήσεις, Παρθένιε ἱεράρχα, τῶν προσιόντων σοι.Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῶν θαυμάτων εἴληφας, τήν θείαν χάριν θεόφρον, ἱερέ Παρθένιε, θαυματουργέ θεοφόρε, ἅπαντα, πιστῶν τά πάθη ἀποκαθαίρων, πνεύματα, τῆς πονηρίας πάτερ ἐλαύνων· διά τοῦτο σέ ὑμνοῦμεν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Λαμψάκου ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀστράπτεις τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τοὺς ζοφώδεις Δαίμονας, σκορπίζων φαιδρότατα, καὶ ἐλαύνων νόσους, χρησταῖς ἐπικλήσεσιν· ὅθεν καὶ τῆς πλάνης, τῶν εἰδώλων καθάρας, πᾶσαν τὴν Ἑλλήσποντον, καταλάμπεις τοῖς θαύμασι, Θεοφόρε Παρθένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Φῶς νοερὸν τὸ ἐκ φωτός, Πατρὸς τοῦ προανάρχου, Υἱὲ Θεοῦ καὶ Λόγε, ὁ καταυγάζων πᾶσαν τὴν οἰκουμένην θεϊκῶς, φώτισόν μου τὰς φρένας, τὸν νοῦν καὶ τὸν λογισμόν, τοῦ ἀνυμνῆσαι σήμερον τὴν φαιδρὰν ταύτην πανήγυριν καὶ σεμνοπρεπεστάτην τοῦ Ὁσίου Παρθενίου· αὐτὸς γὰρ ἀληθῶς ἐν γῇ θαυμασίαν διετέλεσε ζωὴν καὶ πολιτείαν· διὰ τοῦτο συνελθόντες εὐφημοῦμεν αὐτόν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.Αποτμήματα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στις Μονές Μεγ. Σπηλαίου Καλαβρύτων, Ροβελίστας Άρτας και Κύκκου Κύπρου.
Όσιος Παρθένιος επίσκοπος Λαμψάκου
Όσιος Παρθένιος επίσκοπος Λαμψάκου
Πηγή: saint.gr


