Λείπω μεταστάς, δόξαν οὕτω Κυρίῳ.
Δευτερίῃ Τίτοιο ἀπὸ ψυχὴν Νόες ἦραν.Ο Όσιος Τίτος είχε ψυχή με θερμή αγάπη στο Θεό και τον πλησίον. Όπως ο Κύριος είχε πει στους μαθητές του, «ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με» ( Ιωάν., δ’ 34), δικό μου, δηλαδή, φαγητό είναι να πράττω το θέλημα Εκείνου (του Πατέρα Θεού) που με απέστειλε, έτσι συνέβαινε και στον όσιο Τίτο. Τροφή του ήταν να πράττει με κάθε τρόπο το θέλημα του ουρανίου Πατέρα και να χρησιμοποιεί τη ζωή του για την ηθική και πνευματική οικοδομή των αδελφών του.ἈπολυτίκιονἮχος πλ. δ’.Ἐν σοί Πάτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβών γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττων ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὅσιε Τίτε τό πνεῦμά σου.Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.Ἀνατεθεῖς ἀπὸ παιδὸς τῷ Κυρίῳ, ἀγγελικῶς ἐπολιτεύσω ἐν κόσμῳ, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν ἐκ Θεοῦ, ὅθεν ἐχρημάτισας, Μοναζόντων ἀλείπτης, Τίτε παμμακάριστε, καὶ σοφὸς οἰκονόμος. Ἄλλα μὴ παύση Πάτερ ἐκτενῶς, ὑπὲρ τοῦ κόσμου, Θεὸν ἰλεούμενος.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Ἐγκρατείας ἄνθραξι, σαυτόν καθάρας, ἀρετῶν ἐξήστραψας, φωτοειδεῖς μαρμαρυγάς, καταφαιδρύνων τούς ψάλλοντας· Χαίροις ὦ Τίτε, Πατέρων ἀγλάϊσμα.Ἦχος δ’. Ταχὺ προκατάλαβε.Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσῳζε.Ἦχος δ’. Ἐπεφάνης σήμερον.Τὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπαντα, ζήσας τὸν βίον σου σοφέ, πρὸς τὸν Θεὸν μεταβέβηκας, θαυματοφόρε Πατὴρ ἡμῶν ὅσιε.
Το πρωτότυπο άρθρο ανήκει στο Διακόνημα .
