Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

20 Ιουνίου – Γιορτή σήμερα: Άγιος Μεθόδιος ο Ιερομάρτυρας Επίσκοπος Πατάρων – Βήμα Ορθοδοξίας

Γιορτή σήμερα:Ἦχος δ’. Ταχύ προκατάλαβε.Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Μεθόδιε· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.Ἦχος γ’. θείας πίστεως.Θείαν μέθοδον τῆς εὐσεβείας ἐθησαύρησας τῇ Ἐκκλησίᾳ ὡς ἱεράρχης καὶ μάρτυς, Μεθόδιε· σὺ γὰρ σοφίας τὸν πλοῦτον δρεψάμενος, ἀθλητικῶς τὸ σὸν τάλαντον ηὔξησας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ αἱρετιζόντων, ὁ θειότατος ἐλεγκτής, τῶν Ἀρχιερέων, τὸ καύχημα τὸ μέγα, καὶ κλέος τῶν Μαρτύρων, Πάτερ Μεθόδιε.Ἦχος δ’. Ὁ ὑψωθεὶς.Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι’ ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.