Skip to content
Λιγότερο από 1 λεπτό Διάρκεια άρθρου: Λεπτά

Γιορτή σήμερα 20 Ιουνίου: Άγιος Νικόλαος ο Καβάσιλας – Βήμα Ορθοδοξίας

Ο Άγιος Νικόλαος ο ΚαβάσιλαςἮχος δ´. Ταχὺ προκατάλαβε.Ὡς θεῖος διδάσκαλος, καὶ ὑποφήτης σοφός, δογμάτων τῆς πίστεως, καὶ ἀρετῶν ἱερῶν, Νικόλαε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ βίου καὶ λόγου. Ὅθεν Θεσσαλονίκη, τῇ σῇ δόξῃ καυχάται, καὶ πόθῳ ἑορτάζει, τὴν πάνσεπτον μνήμην σου.Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.Λόγῳ ἐνθέῳ ἀνύων τὸν βίον σου, περιφανὴς ἐν σοφίᾳ καὶ χάριτι, καὶ ἐν λόγου δυνάμει γενόμενος, τῆς εὐσεβείας διδάσκαλος πέφηνας· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.Λόγῳ καὶ σοφία πνευματικῇ, λαμπρῶς διαπρεπῶν, ὡς τῷ βίῳ διαπρεπής, διδάσκαλος θεῖος, τῆς Ἐκκλησίας ὤφθης, Νικόλαε παμμάκαρ, Ἀγγέλων σύσκηνε.Ἀπὸ νεότητος σοφέ, ἀνατεθεὶς Κυρίῳ, τῶν ἐνταλμάτων τοῦ Θεοῦ, ἐν διανοίᾳ καθαρᾷ, ἐβάδισας τὰς τρίβους· καὶ τῆς σοφίας καταλαβὼν τὸ ἄκρον, πολὺς ἐν φρονήσει, καὶ μέγας ἐν γνώσει παντοδαπεῖ ἀνεδείχθης ἐν τῷ κόσμῳ· τῆς γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ζωηφόρου ἐνεργείας τοῦ Παρακλήτου τὰς διαδόσεις εἰσεδέξω, καὶ τῆς εὐσεβείας μυσταγωγεὶς τὴν λαμπρότητα, καὶ ἐναρέτου ζωῆς τὴν ἀκρίβειαν, καὶ τῶν θείων δογμάτων τὸ ἀπαραχάρακτον κῦρος, ὡς ἀληθείας ὑποφήτης θεόσοφος, καὶ τοῦ Χριστοῦ θεράπων γνήσιος· διὸ σὲ ὑμνοῦμεν Νικόλαε.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Τοῦ κόσμου ὑπέρτερος, καίτοι ἐν κοσμῶ τελῶν, ἐδείχθης Νικόλαε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ γνώμης στεῤῥότητι· ὅθεν σε μετὰ τέλος, ἡ οὐράνιος δόξα, δέδεκται θεοφόρε, ὡς θεράποντα θεῖον καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑπὲρ ἡμῶν ἱκέτευε.